- 텍스트

Homer, Iliad, Book 23 26:

(호메로스, 일리아스, Book 23 26:)

ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά ἀέθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν καὶ τρίποδ ὠτώεντα δυωκαιεικοσίμετρον τῷ πρώτῳ:? ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ἑξέτε ἀδμήτην βρέφος ἡμίονον κυέουσαν: αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ αὔτως: τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, πέμπτῳ δ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἱππῆας τάδ ἀέθλα δεδεγμένα κεῖτ ἐν ἀγῶνι. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ ἦ τ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι: ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ αὖτ ἐμοὶ ἐγγυάλιξεν. ἀλλ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι: τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. τὸν τώ γ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι χαῖται ἐρηρέδαται, τὼ δ ἕστατον ἀχνυμένω κῆρ. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἁρ´μασι κολλητοῖσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION