- 텍스트

Homer, Iliad, Book 23 11:

(호메로스, 일리아스, Book 23 11:)

ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ ἵμερον ὦρσε γόοιο:? μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ηὢς ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων οὐρῆάς τ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην πάντοθεν ἐκ κλισιῶν: ἐπὶ δ ἀνὴρ ἐσθλὸς ὀρώρει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. οἳ δ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τ εὐπλέκτους: πρὸ δ ἄρ οὐρῆες κίον αὐτῶν. πολλὰ δ ἄναντα κάταντα πάραντά τε δόχμιά τ ἦλθον: ἀλλ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, αὐτίκ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ τάμνον ἐπειγόμενοι: ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον: τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων: ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δ ὑλοτόμοι φιτροὺς φέρον: ὡς γὰρ ἀνώγει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. κὰδ δ ἄρ ἐπ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ ἄρ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION