호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφαθ, οἳ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.? ἐσσυμένως δ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι δαίνυντ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, Πηλεΐδης δ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν ἐν καθαρῷ, ὅθι κύματ ἐπ ἠϊόνος κλύζεσκον: εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ νήδυμος ἀμφιχυθείς: μάλα γὰρ κάμε φαίδιμα γυῖα Ἕκτορ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν: ἦλθε δ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο πάντ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ ἐϊκυῖα καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο: στῆ δ ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἐείπεν: εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος: θάπτέ με ὅττι τάχιστα πύλας Αἴ¨δαο περήσω. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ἀλλ αὔτως ἀλάλημαι ἀν εὐρυπυλὲς Αἴ¨δος δῶ. καί μοι δὸς τὴν χεῖρ: ὀλοφύρομαι, οὐ γὰρ ἔτ αὖτις νίσομαι ἐξ Αἴ¨δαο, ἐπήν με πυρὸς λελάχητε. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ: καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι: μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ Ἀχιλλεῦ, ἀλλ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος νήπιος οὐκ ἐθέλων ἀμφ ἀστραγάλοισι χολωθείς: ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτραφέ τ ἐνδυκέως καὶ σὸν θεράποντ ὀνόμηνεν: ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기