호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.? οἳ δ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. αὐτὰρ ὅ γ ἠρνεῖτο στερεῶς, ἐπὶ δ ὁρ´κον ὄμοσσεν: οὐ μὰ Ζῆν, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι πρίν γ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ ἔτι δεύτερον ὧδε ἵξετ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. ἀλλ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: ἠῶθεν δ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον ὕλην τ ἀξέμεναι παρά τε σχεῖν ὅσς ἐπιεικὲς νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, ὄφρ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ θᾶσσον ἀπ ὀφθαλμῶν, λαοὶ δ ἐπὶ ἔργα τράπωνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기