호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν:? αὐτὰρ Ἀχαιοὶ ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, οἳ μὲν ἄρ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, Μυρμιδόνας δ οὐκ εἰά ἀποσκίδνασθαι Ἀχιλλεύς, ἀλλ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα: Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι μὴ δή πω ὑπ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ἀλλ αὐτοῖς ἵπποισι καὶ ἁρ´μασιν ἆσσον ἰόντες Πάτροκλον κλαίωμεν: ὃ γὰρ γέρας ἐστὶ θανόντων. αὐτὰρ ἐπεί κ ὀλοοῖο τεταρπώμεσθα γόοιο, ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες. ὣς ἔφαθ, οἳ δ ᾤμωξαν ἀολλέες, ἦρχε δ Ἀχιλλεύς.
οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους μυρόμενοι: μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι: τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου: χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Αἴ¨δαο δόμοισι: πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην Ἕκτορα δεῦρ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας ἐν κονίῃς:
οἳ δ ἔντε ἀφωπλίζοντο ἕκαστος χάλκεα μαρμαίροντα, λύον δ ὑψηχέας ἵππους, κὰδ δ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο μυρίοι: αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ σφαζόμενοι, πολλοὶ δ ὀΐες καὶ μηκάδες αἶγες: πολλοὶ δ ἀργιόδοντες ὑές θαλέθοντες ἀλοιφῇ εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο: πάντῃ δ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
οἳ δ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. αὐτὰρ ὅ γ ἠρνεῖτο στερεῶς, ἐπὶ δ ὁρ´κον ὄμοσσεν: οὐ μὰ Ζῆν, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι πρίν γ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ ἔτι δεύτερον ὧδε ἵξετ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. ἀλλ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: ἠῶθεν δ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον ὕλην τ ἀξέμεναι παρά τε σχεῖν ὅσς ἐπιεικὲς νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, ὄφρ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ θᾶσσον ἀπ ὀφθαλμῶν, λαοὶ δ ἐπὶ ἔργα τράπωνται. ὣς ἔφαθ, οἳ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
ἐσσυμένως δ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι δαίνυντ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, Πηλεΐδης δ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν ἐν καθαρῷ, ὅθι κύματ ἐπ ἠϊόνος κλύζεσκον: εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ νήδυμος ἀμφιχυθείς: μάλα γὰρ κάμε φαίδιμα γυῖα Ἕκτορ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν: ἦλθε δ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο πάντ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ ἐϊκυῖα καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο: στῆ δ ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἐείπεν: εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος: θάπτέ με ὅττι τάχιστα πύλας Αἴ¨δαο περήσω. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ἀλλ αὔτως ἀλάλημαι ἀν εὐρυπυλὲς Αἴ¨δος δῶ. καί μοι δὸς τὴν χεῖρ: ὀλοφύρομαι, οὐ γὰρ ἔτ αὖτις νίσομαι ἐξ Αἴ¨δαο, ἐπήν με πυρὸς λελάχητε. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ: καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι: μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ Ἀχιλλεῦ, ἀλλ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος νήπιος οὐκ ἐθέλων ἀμφ ἀστραγάλοισι χολωθείς: ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτραφέ τ ἐνδυκέως καὶ σὸν θεράποντ ὀνόμηνεν: ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. τὸν δ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ εἰλήλουθας καί μοι ταῦτα ἕκαστ ἐπιτέλλεαι· αὐτὰρ ἐγώ τοι πάντα μάλ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. ἀλλά μοι ἆσσον στῆθι: μίνυνθά περ ἀμφιβαλόντε ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν οὐδ ἔλαβε:
ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα: ταφὼν δ ἀνόρουσεν Ἀχιλλεὺς χερσί τε συμπλατάγησεν, ἔπος δ ὀλοφυδνὸν ἐείπεν: ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Αἴ¨δαο δόμοισι ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, καί μοι ἕκαστ ἐπέτελλεν, ἐΐκτο δὲ θέσκελον αὐτῷ. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ ἵμερον ὦρσε γόοιο:
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ηὢς ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων οὐρῆάς τ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην πάντοθεν ἐκ κλισιῶν: ἐπὶ δ ἀνὴρ ἐσθλὸς ὀρώρει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. οἳ δ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τ εὐπλέκτους: πρὸ δ ἄρ οὐρῆες κίον αὐτῶν. πολλὰ δ ἄναντα κάταντα πάραντά τε δόχμιά τ ἦλθον: ἀλλ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, αὐτίκ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ τάμνον ἐπειγόμενοι: ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον: τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων: ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δ ὑλοτόμοι φιτροὺς φέρον: ὡς γὰρ ἀνώγει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. κὰδ δ ἄρ ἐπ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ ἄρ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην ἡάτ ἄρ αὖθι μένοντες ἀολλέες.
αὐτὰρ Ἀχιλλεὺς αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώννυσθαι, ζεῦξαι δ ὑπ ὄχεσφιν ἕκαστον ἵππους: οἳ δ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ἂν δ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν μυρίοι: ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον κειρόμενοι: ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος: ἕταρον γὰρ ἀμύμονα πέμπ Αἴ¨δος δέ. οἳ δ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ Ἀχιλλεὺς κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
ἔνθ αὖτ ἄλλ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν: ὀχθήσας δ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον: Σπερχεί ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θ ἱερὴν ἑκατόμβην, πεντήκοντα δ ἔνορχα παρ αὐτόθι μῆλ ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. νῦν δ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν Πατρόκλῳ ἡρ´ωϊ κόμην ὀπάσαιμι φέρεσθαι. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ ἵμερον ὦρσε γόοιο.
καί νύ κ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο εἰ μὴ Ἀχιλλεὺς αἶψ Ἀγαμέμνονι εἶπε παραστάς: Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, νῦν δ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι: τάδε δ ἀμφὶ πονησόμεθ οἷσι μάλιστα κήδεός ἐστι νέκυς: παρὰ δ οἵ τ ἀγοὶ ἄμμι μενόντων. αὐτὰρ ἐπεὶ τό γ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, κηδεμόνες δὲ παρ αὖθι μένον καὶ νήεον ὕλην, ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον: ἐκ δ ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. ἐν δ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων: πίσυρας δ ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων: κακὰ δὲ φρεσὶ μήδετο ἔργα: ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. ᾤμωξέν τ ἄρ ἔπειτα, φίλον δ ὀνόμηνεν ἑταῖρον: χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Αἴ¨δαο δόμοισι: πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει: Ἕκτορα δ οὔ τι δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. ὣς φάτ ἀπειλήσας:
τὸν δ οὐ κύνες ἀμφεπένοντο, ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. τῷ δ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο σκήλει ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος:
ἔνθ αὖτ ἀλλ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ ἀνέμοισι Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά: πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις ἀράων ἀΐουσα μετάγγελος ἦλθ ἀνέμοισιν. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο: θέουσα δὲ Ἶρις ἐπέστη βηλῷ ἔπι λιθέῳ: τοὶ δ ὡς ἴδον ὀφθαλμοῖσι πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος: ἣ δ αὖθ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον: οὐχ ἕδος: εἶμι γὰρ αὖτις ἐπ Ὠκεανοῖο ῥέεθρα Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζους ἑκατόμβας ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. ἀλλ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. ἣ μὲν ἄρ ὣς εἰποῦς ἀπεβήσετο, τοὶ δ ὀρέοντο ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα πνοιῇ ὕπο λιγυρῇ: Τροίην δ ἐρίβωλον ἱκέσθην, ἐν δὲ πυρῇ πεσέτην, μέγα δ ἰάχε θεσπιδαὲς πῦρ. παννύχιοι δ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ ἔβαλλον φυσῶντες λιγέως: ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. ἦμος δ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
οἳ δ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι Θρηΐκιον κατὰ πόντον: ὃ δ ἔστενεν οἴδματι θύων. Πηλεΐδης δ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν: οἳ δ ἀμφ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο: τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, ἕζετο δ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἐείπεν: Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν εὖ διαγιγνώσκοντες: ἀριφραδέα δὲ τέτυκται: ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ ἄλλοι ἄνευθεν ἐσχατιῇ καίοντ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Αἴ¨δι κεύθωμαι. τύμβον δ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, ἀλλ ἐπιεικέα τοῖον: ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ εὐρύν θ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. ὣς ἔφαθ, οἳ δ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη: κλαίοντες δ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν: τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν: εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, νηῶν δ ἔκφερ ἀέθλα λέβητάς τε τρίποδάς τε ἵππους θ ἡμιόνους τε βοῶν τ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά ἀέθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν καὶ τρίποδ ὠτώεντα δυωκαιεικοσίμετρον τῷ πρώτῳ:
ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ἑξέτε ἀδμήτην βρέφος ἡμίονον κυέουσαν: αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ αὔτως: τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, πέμπτῳ δ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἱππῆας τάδ ἀέθλα δεδεγμένα κεῖτ ἐν ἀγῶνι. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ ἦ τ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι: ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ αὖτ ἐμοὶ ἐγγυάλιξεν. ἀλλ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι: τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. τὸν τώ γ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι χαῖται ἐρηρέδαται, τὼ δ ἕστατον ἀχνυμένω κῆρ. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἁρ´μασι κολλητοῖσιν. ὣς φάτο Πηλεΐδης, ταχέες δ ἱππῆες ἄγερθεν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο: τῷ δ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ ἀπηύρα Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. τῷ δ ἄρ ἐπ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον: τὴν Ἀγαμέμνονι δῶκ Ἀγχισιάδης Ἐχέπωλος δῶρ, ἵνα μή οἱ ἕποιθ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, ἀλλ αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖεν δ ὅ γ ἐν εὐρυχόρῳ Σικυῶνι: τὴν ὅ γ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ ἵππους, Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος τοῦ Νηληϊάδαο: Πυλοιγενέες δέ οἱ ἵπποι ὠκύποδες φέρον ἁρ´μα: πατὴρ δέ οἱ ἄγχι παραστὰς μυθεῖτ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ: Ἀντίλοχ ἤτοι μέν σε νέον περ ἐόντ ἐφίλησαν Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν παντοίας: τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ: οἶσθα γὰρ εὖ περὶ τέρμαθ ἑλισσέμεν: ἀλλά τοι ἵπποι βάρδιστοι θείειν: τώ τ οἰώ λοίγι ἔσεσθαι. τῶν δ ἵπποι μὲν ἐάσιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. ἀλλ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἀέθλα. μήτι τοι δρυτόμος μέγ ἀμείνων ἠὲ βίηφι: μήτι δ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι: μήτι δ ἡνίοχος περιγίγνεται ἡνιόχοιο. ἀλλ ὃς μέν θ ἵπποισι καὶ ἁρ´μασιν οἷσι πεποιθὼς ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει:
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, αἰεὶ τέρμ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, ἀλλ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. σῆμα δέ τοι ἐρέω μάλ ἀριφραδές, οὐδέ σε λήσει. ἕστηκε ξύλον αὐο῀ν ὅσον τ ὄργυι ὑπὲρ αἰής ἢ δρυὸς ἢ πεύκης: τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ ἱππόδρομος ἀμφὶς ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, καὶ νῦν τέρματ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. τῷ σὺ μάλ ἐγχρίμψας ἐλάαν σχεδὸν ἁρ´μα καὶ ἵππους, αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ἦκ ἐπ ἀριστερὰ τοῖιν: ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο: λίθου δ ἀλέασθαι ἐπαυρεῖν, μή πως ἵππους τε τρώσῃς κατά θ ἁρ´ματα ἄξῃς: χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ἔσσεται: ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. εἰ γάρ κ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθ ὅς κέ ς ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἠε῀ν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ ἐείπε.
Μηριόνης δ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ ἵππους.
ἂν δ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο: πάλλ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου: μετὰ τὸν δ ἔλαχε κρείων Εὔμηλος: τῷ δ ἄρ ἐπ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δ ἐπὶ Μηριόνης λάχ ἐλαυνέμεν: ὕστατος αὖτε Τυδεΐδης ὄχ ἄριστος ἐὼν λάχ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ: παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. οἳ δ ἅμα πάντες ἐφ ἵπποιιν μάστιγας ἀείραν, πέπληγόν θ ἱμᾶσιν, ὁμόκλησάν τ ἐπέεσσιν ἐσσυμένως:
οἳ δ ὦκα διέπρησσον πεδίοιο νόσφι νεῶν ταχέως: ὑπὸ δὲ στέρνοισι κονίη ἵστατ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, χαῖται δ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. ἁρ´ματα δ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ ἀΐξασκε μετήορα: τοὶ δ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων: κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δ ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετ, ἄφαρ δ ἵπποισι τάθη δρόμος:
ὦκα δ ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ ἔσαν, ἀλλὰ μάλ ἐγγύς: αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, πνοιῇ δ Εὐμήλοιο μετάφρενον εὐρέε τ ὤμω θέρμετ: ἐπ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. καί νύ κεν ἢ παρέλασς ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἱῗ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. τοῖο δ ἀπ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὁρ´α ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. οὐδ ἄρ Ἀθηναίην ἐλεφηράμενος λάθ Ἀπόλλων Τυδεΐδην, μάλα δ ὦκα μετέσσυτο ποιμένα λαῶν, δῶκε δέ οἱ μάστιγα, μένος δ ἵπποισιν ἐνῆκεν:
ἣ δὲ μετ Ἀδμήτου υἱὸν κοτέους ἐβεβήκει, ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν: αἳ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλίχθη δὲ μέτωπον ἐπ ὀφρύσι: τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, πολλὸν τῶν ἄλλων ἐξάλμενος: ἐν γὰρ Ἀθήνη ἵπποις ἧκε μένος καὶ ἐπ αὐτῷ κῦδος ἔθηκε. τῷ δ ἄρ ἐπ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. Ἀντίλοχος δ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο: ἔμβητον καὶ σφῶϊ: τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπ αὐτῷ κῦδος ἔθηκεν: ἵππους δ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα: τί ἢ λείπεσθε φέριστοι· ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται: οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, αἴ κ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἀέθλον. ἀλλ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα: ταῦτα δ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. ὣς ἔφαθ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον:
αἶψα δ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. ῥωχμὸς ἐήν γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα: τῇ ῥ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. Ἀτρεΐδης δ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει: Ἀντίλοχ ἀφραδέως ἱππάζεαι, ἀλλ ἄνεχ ἵππους: στεινωπὸς γὰρ ὁδός, τάχα δ εὐρυτέρη παρελάσσαι: μή πως ἀμφοτέρους δηλήσεαι ἁρ´ματι κύρσας. ὣς ἔφατ, Ἀντίλοχος δ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην: αἳ δ ἠρώησαν ὀπίσσω Ἀτρεΐδεω: αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος: Ἀντίλοχ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος: ἔρρ, ἐπεὶ οὔ ς ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. ἀλλ οὐ μὰν οὐδ ὧς ἄτερ ὁρ´κου οἴσῃ ἀέθλον. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:
μή μοι ἐρύκεσθον μὴ δ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ἢ ὑμῖν: ἄμφω γὰρ ἀτέμβονται νεότητος. ὣς ἔφαθ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
Ἀργεῖοι δ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους:
τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. πρῶτος δ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ ἵππους: ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ: τοῖο δ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ἔγνω, φράσσατο δ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἰο῀ς ἐγὼν ἵππους αὐγάζομαι ἠε῀ καὶ ὑμεῖς· ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δ ἡνίοχος ἰνδάλλεται: αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν: ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, νῦν δ οὔ πῃ δύναμαι ἰδέειν: πάντῃ δέ μοι ὄσσε Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι: ἠε῀ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας: ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ ἁρ´ματα ἆξαι, αἳ δ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν: οὐ γὰρ ἔγωγε εὖ διαγιγνώσκω: δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δ Ἀργείοισιν ἀνάσσει Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. τὸν δ αἰσχρῶς ἐνένιπεν Οἰ¨λῆος ταχὺς Αἰάς:
Ἰδομενεῦ τί πάρος λαβρεύεαι· αἳ δέ τ ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε: ἀλλ αἰεὶ μύθοις λαβρεύεαι: οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. ἵπποι δ αὐταὶ ἐάσι παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δ αὐτὸς ἔχων εὔληρα βέβηκε. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
Αἰᾶν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἴστορα δ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. ὣς ἔφατ, ὄρνυτο δ αὐτίκ Οἰ¨λῆος ταχὺς Αἰάς χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι:
καί νύ κε δὴ προτέρω ἔτ ἔρις γένετ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον: μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν Αἰᾶν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἐοίκε. καὶ δ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. ἀλλ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους: οἳ δὲ τάχ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδ ἐλεύσονται: τότε δὲ γνώσεσθε ἕκαστος ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, μάστι δ αἰὲν ἔλαυνε κατωμαδόν:
οἳ δέ οἱ ἵπποι ὑψός ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἁρ´ματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον: οὐδέ τι πολλὴ γίγνετ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ: τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δ ἄρα μάστιγα ποτὶ ζυγόν: οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλ ἐσσυμένως λάβ ἀέθλον, δῶκε δ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδ ὠτώεντα φέρειν: ὃ δ ἔλυεν ὑφ ἵππους. τῷ δ ἄρ ἐπ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον:
ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι: τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι: ὃ δέ τ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος: τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετ: ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά μιν αἶψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠῢ ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης: εἰ δέ κ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, τώ κέν μιν παρέλασς οὐδ ἀμφήριστον ἔθηκεν. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος λείπετ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν: βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δ ἦν αὐτὸς ἐλαυνέμεν ἁρ´μ ἐν ἀγῶνι. υἱὸς δ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ἕλκων ἁρ´ματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, στὰς δ ἄρ ἐν Ἀργείοις ἔπεα πτερόεντ ἀγόρευε: λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους: ἀλλ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς δεύτερ: ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. ὣς ἔφαθ, οἳ δ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
περὶ δ αὐτῆς πειρηθήτω ἀνδρῶν ὅς κ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, εἰ μὴ ἄρ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ ἀναστάς: ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς τοῦτο ἔπος: μέλλεις γὰρ ἀφαιρήσεσθαι ἀέθλον τὰ φρονέων ὅτι οἱ βλάβεν ἁρ´ματα καὶ ταχέ ἵππω αὐτός τ ἐσθλὸς ἐών: ἀλλ ὤφελεν ἀθανάτοισιν εὔχεσθαι: τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς καὶ πρόβατ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι: τῶν οἱ ἔπειτ ἀνελὼν δόμεναι καὶ μεῖζον ἀέθλον ἠὲ καὶ αὐτίκα νῦν, ἵνα ς αἰνήσωσιν Ἀχαιοί. τὴν δ ἐγὼ οὐ δώσω: ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἠε῀ν ἑταῖρος:
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα: Ἀντίλοχ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιος ἔσται. ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ οἰσέμεναι κλισίηθεν:
ὃ δ ᾤχετο καί οἱ ἔνεικεν, Εὐμήλῳ δ ἐν χερσὶ τίθει: ὃ δὲ δέξατο χαίρων. τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων Ἀντιλόχῳ ἄμοτον κεχολωμένος:
Ἀντίλοχ εἰ δ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, στὰς ἵππων προπάροιθε καὶ ἁρ´ματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἁρ´μα πεδῆσαι. ἐν δ ἄρα κῆρυξ χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν Ἀργείους: ὃ δ ἔπειτα μετηύδα ἰσόθεος φώς: Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. ἀλλ ἄγετ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ ἐπ ἀρωγῇ, μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων: Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε. εἰ δ ἄγ ἐγὼν αὐτὸς δικάσω, καί μ οὔ τινά φημι ἄλλον ἐπιπλήξειν Δαναῶν: ἰθεῖα γὰρ ἔσται. τὸν δ αὖτ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα:
ἄνσχεο νῦν: πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. οἶσθ οἱαῖ νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι: κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. τώ τοι ἐπιτλήτω κραδίη: ἵππον δέ τοι αὐτὸς δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς ἐν χείρεσσι τίθει Μενελάου:
τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. τοῖο δὲ θυμὸς ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι: ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ ἀεσίφρων ἦσθα πάρος: νῦν αὖτε νόον νίκησε νεοίη. δεύτερον αὖτ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ ἐμεῖο: ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ἵππον ἄγειν:
ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. ὃ δ ἔπειτα λέβηθ ἕλε παμφανόωντα. Μηριόνης δ ἀνάειρε δύω χρυσοῖο τάλαντα τέτρατος, ὡς ἔλασεν. πέμπτον δ ὑπελείπετ ἀέθλον, ἀμφίθετος φιάλη: τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς Ἀργείων ἀν ἀγῶνα φέρων, καὶ ἐείπε παραστάς: τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμ ἔμμεναι: οὐ γὰρ ἔτ αὐτὸν ὄψῃ ἐν Ἀργείοισι: δίδωμι δέ τοι τόδ ἀέθλον αὔτως: οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, οὐδ ἔτ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι θεύσεαι: ὣς εἰπὼν ἐν χερσὶ τίθει:
ὃ δ ἐδέξατο χαίρων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἐείπες: οὐ γὰρ ἔτ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. εἴθ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἰή ὡς ὁπότε κρείοντ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δ ἔθεσαν βασιλῆος ἀέθλα: ἔνθ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ, οὔτ ἄρ Ἐπειῶν οὔτ αὐτῶν Πυλίων οὔτ Αἰτωλῶν μεγαθύμων. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη: Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. οἰοίσίν μ ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρ αὐτόθι λείπετ ἀέθλα. οἳ δ ἄρ ἔσαν δίδυμοι: ὃ μὲν ἔμπεδον ἡνιόχευεν, ἔμπεδον ἡνιόχευ, ὃ δ ἄρα μάστιγι κέλευεν. ὥς ποτ ἐόν: νῦν αὖτε νεώτεροι ἀντιοώντων ἔργων τοιούτων: ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ πείθεσθαι, τότε δ αὖτε μετέπρεπον ἡρώεσσιν. ἀλλ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. τοῦτο δ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, τιμῆς ἧς τέ μ ἐοίκε τετιμῆσθαι μετ Ἀχαιοῖς. σοὶ δὲ θεοὶ τῶνδ ἀντὶ χάριν μενοεικέα δοῖεν. ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ ὅμιλον Ἀχαιῶν ᾤχετ, ἐπεὶ πάντ αἶνον ἐπέκλυε Νηλεΐδαο.
αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἀέθλα: ἡμίονον ταλαεργὸν ἄγων κατέδης ἐν ἀγῶνι ἑξέτε ἀδμήτην, ἥ τ ἀλγίστη δαμάσασθαι: τῷ δ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, πὺξ μάλ ἀνασχομένω πεπληγέμεν: ᾧ δέ κ Ἀπόλλων δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω: αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον. ὣς ἔφατ, ὄρνυτο δ αὐτίκ ἀνὴρ ἠΰς τε μέγας τε εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δ ἡμιόνου ταλαεργοῦ φώνησέν τε:
ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον: ἡμίονον δ οὔ φημί τιν ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι· οὐδ ἄρα πως ἦν ἐν πάντεσς ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: ἀντικρὺ χρόα τε ῥήξω σύν τ ὀστέ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. ὣς ἔφαθ, οἳ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Εὐρύαλος δέ οἱ οἰο῀ς ἀνίστατο ἰσόθεος φὼς Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβας δ ἦλθε δεδουπότος Οἰδιπόδαο ἐς τάφον: ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο θαρσύνων ἔπεσιν, μέγα δ αὐτῷ βούλετο νίκην. ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, ἄντα δ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ ἄμφω σύν ῥ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. δεινὸς δὲ χρόμαδος γενύων γένετ, ἔρρεε δ ἱδρὼς πάντοθεν ἐκ μελέων: ἐπὶ δ ὄρνυτο δῖος Ἐπειός, κόψε δὲ παπτήναντα παρήϊον: οὐδ ἄρ ἔτι δὴν ἑστήκειν: αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. ὡς δ ὅθ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θίν ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, ὣς πληγεὶς ἀνέπαλτ: αὐτὰρ μεγάθυμος Ἐπειὸς χερσὶ λαβὼν ὤρθωσε: φίλοι δ ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον δι ἀγῶνος ἐφελκομένοισι πόδεσσιν αἷμα παχὺ πτύοντα κάρη βάλλονθ ἑτέρωσε: κὰδ δ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, αὐτοὶ δ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. Πηλεΐδης δ αἶψ ἄλλα κατὰ τρίτα θῆκεν ἀέθλα δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, τῷ μὲν νικήσαντι μέγαν τρίποδ ἐμπυριβήτην, τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ ἐς μέσσον ἔθηκε, πολλὰ δ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: ὄρνυσθ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. ὣς ἔφατ, ὦρτο δ ἔπειτα μέγας Τελαμώνιος Αἰάς, ἂν δ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. ζωσαμένω δ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, ἀγκὰς δ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν ὡς ὅτ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. τετρίγει δ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ἑλκόμενα στερεῶς: κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον: οἳ δὲ μάλ αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο: οὔτ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, οὔτ Αἰάς δύνατο, κρατερὴ δ ἔχεν ἲς Ὀδυσῆος. ἀλλ ὅτε δή ῥ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἰάς: διογενὲς Λαερτιάδη πολυμήχαν Ὀδυσσεῦ ἤ μ ἀνάειρ, ἢ ἐγὼ σέ: τὰ δ αὖ Διὶ πάντα μελήσει. ὣς εἰπὼν ἀνάειρε:
δόλου δ οὐ λήθετ Ὀδυσσεύς: κόψ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, κὰδ δ ἔβαλ ἐξοπίσω: ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς κάππεσε: λαοὶ δ αὖ θηεῦντό τε θάμβησάν τε. δεύτερος αὖτ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, κίνησεν δ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ ἔτ ἀείρεν, ἐν δὲ γόνυ γνάμψεν: ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ ἐπάλαιον, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε: μηκέτ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι: νίκη δ ἀμφοτέροισιν: ἀέθλια δ ἶς ἀνελόντες ἔρχεσθ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί. ὣς ἔφαθ, οἳ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, καί ῥ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
Πηλεΐδης δ αἶψ ἄλλα τίθει ταχυτῆτος ἀέθλα ἀργύρεον κρητῆρα τετυγμένον:
ἓξ δ ἄρα μέτρα χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ αἰᾶν πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δ ἄγον ἄνδρες ἐπ ἠεροειδέα πόντον, στῆσαν δ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν: υἱο῀ς δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε Πατρόκλῳ ἡρ´ωϊ Ιἠσονίδης Εὔνηος. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλον οὗ ἑτάροιο, ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο: δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ ἔθηκε. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: ὄρνυσθ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. ὣς ἔφατ, ὄρνυτο δ αὐτίκ Οἰ¨λῆος ταχὺς Αἰάς, ἂν δ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς Ἀντίλοχος: ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. στὰν δὲ μεταστοιχί: σήμηνε δὲ τέρματ Ἀχιλλεύς. τοῖσι δ ἀπὸ νύσσης τέτατο δρόμος: ὦκα δ ἔπειτα ἔκφερ Οἰ¨λιάδης: ἐπὶ δ ὄρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τ εὖ μάλα χερσὶ τανύσσῃ πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ ἴσχει στήθεος: ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι: κὰδ δ ἄρα οἱ κεφαλῆς χέ ἀϋτμένα δῖος Ὀδυσσεὺς αἰεὶ ῥίμφα θέων: ἰάχον δ ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. ἀλλ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ Ὀδυσσεὺς εὔχετ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν: κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. ὣς ἔφατ εὐχόμενος: τοῦ δ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. ἀλλ ὅτε δὴ τάχ ἔμελλον ἐπαΐξασθαι ἀέθλον, ἔνθ Αἰάς μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, τῇ ῥα βοῶν κέχυτ ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς: ἐν δ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε: κρητῆρ αὖτ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος: ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἰάς. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο ὄνθον ἀποπτύων, μετὰ δ Ἀργείοισιν ἐείπεν: ὢ πόποι ἦ μ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ ἐπαρήγει. ὣς ἔφαθ, οἳ δ ἄρα πάντες ἐπ αὐτῷ ἡδὺ γέλασσαν.
Ἀντίλοχος δ ἄρα δὴ λοισθήϊον ἔκφερ ἀέθλον μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: εἰδόσιν ὔμμ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. Αἰάς μὲν γὰρ ἐμεῖ ὀλίγον προγενέστερός ἐστιν, οὗτος δὲ προτέρης γενεῆς προτέρων τ ἀνθρώπων: ὠμογέροντα δέ μίν φας ἔμμεναι: ἀργαλέον δὲ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
τὸν δ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν: Ἀντίλοχ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ ἐδέξατο χαίρων.
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος θῆκ ἐς ἀγῶνα φέρων, κατὰ δ ἀσπίδα καὶ τρυφάλειαν τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ψαύσῃ δ ἐνδίνων διά τ ἔντεα καὶ μέλαν αἷμα, τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων: τεύχεα δ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων: καί σφιν δαῖτ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. ὣς ἔφατ, ὦρτο δ ἔπειτα μέγας Τελαμώνιος Αἰάς, ἂν δ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
οἳ δ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι δεινὸν δερκομένω: θάμβος δ ἔχε πάντας Ἀχαιούς. ἀλλ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντες, τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. ἔνθ Αἰάς μὲν ἔπειτα κατ ἀσπίδα πάντος ἐΐσην νύξ, οὐδὲ χρό ἵκανεν: ἔρυτο γὰρ ἔνδοθι θώρηξ: Τυδεΐδης δ ἄρ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο αἰὲν ἐπ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. καὶ τότε δή ῥ Αἰάντι περιδείσαντες Ἀχαιοὶ παυσαμένους ἐκέλευσαν ἀέθλια ἶς ἀνελέσθαι. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἡρ´ως σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ηἐτίωνος:
ἀλλ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δ ἄγετ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. στῆ δ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἐείπεν: ὄρνυσθ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος: οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδ ἀροτὴρ εἶς ἐς πόλιν, ἀλλὰ παρέξει. ὣς ἔφατ, ὦρτο δ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δ Αἰάς Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
ἑξείης δ ἵσταντο, σόλον δ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας: γέλασαν δ ἐπὶ πάντες Ἀχαιοί. δεύτερος αὖτ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος: τὸ τρίτον αὖτ ἔρριψε μέγας Τελαμώνιος Αἰάς χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. ἀλλ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσόν τίς τ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε: τοὶ δὲ βόησαν. ἀνστάντες δ ἕταροι Πολυποίταο κρατεροῖο νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἀέθλον. αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, κὰδ δ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ ἡμιπέλεκκα, ἱστὸν δ ἔστησεν νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ ἀνώγει τοξεύειν:
ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω: ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ οἴσεται ἡμιπέλεκκα. ὣς ἔφατ, ὦρτο δ ἔπειτα βίη Τεύκροιο ἄνακτος, ἂν δ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
κλήρους δ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν: αὐτίκα δ ἰὸν ἧκεν ἐπικρατέως, οὐδ ἠπείλησεν ἄνακτι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὄρνιθος μὲν ἅμαρτε: μέγηρε γάρ οἱ τό γ Ἀπόλλων: αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ ὄρνις: ἀντικρὺ δ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ἣ μὲν ἔπειτ ἠΐξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη μήρινθος ποτὶ γαῖαν: ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον: ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. αὐτίκα δ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὕψι δ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν: τῇ ῥ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, ἀντικρὺ δὲ διῆλθε βέλος: τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθεν Μηριόναο πάγη ποδός: αὐτὰρ ἣ ὄρνις ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο αὐχέν ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. ὠκὺς δ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ ἀπ αὐτοῦ κάππεσε: λαοὶ δ αὖ θηεῦντό τε θάμβησάν τε. ἂν δ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἀείρε, Τεῦκρος δ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, κὰδ δὲ λέβητ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα θῆκ ἐς ἀγῶνα φέρων:
καί ῥ ἥμονες ἄνδρες ἀνέσταν: ἂν μὲν ἄρ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ἂν δ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς: Ἀτρεΐδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων ἠδ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος: ἀλλὰ σὺ μὲν τόδ ἀέθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἡρ´ωϊ πόρωμεν, εἰ σύ γε σῷ θυμῷ ἐθέλοις: κέλομαι γὰρ ἔγωγε. ὣς ἔφατ, οὐδ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον: αὐτὰρ ὅ γ ἡρ´ως Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἀέθλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기