호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφατο κλαίους, ἄλοχος δ οὔ πώ τι πέπυστο Ἕκτορος:? οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν ἤγγειλ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, ἀλλ ἥ γ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ ἔπασσε. κέκλετο δ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι νηπίη, οὐδ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. κωκυτοῦ δ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου: τῆς δ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς: ἣ δ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα: δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ ὅτιν ἔργα τέτυκται. αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ ἐμοὶ αὐτῇ στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα πήγνυται: ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν. αἲ γὰρ ἀπ οὐάτος εἰή ἐμεῦ ἔπος: ἀλλὰ μάλ αἰνῶς δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς ἥ μιν ἔχεσκ, ἐπεὶ οὔ ποτ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기