호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:? Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε: ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὁρ´κια πιστά, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, ὣς οὐκ ἔστ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν ὁρ´κια ἔσσονται, πρίν γ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. παντοίης ἀρετῆς μιμνήσκεο: νῦν σε μάλα χρὴ αἰχμητήν τ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. οὔ τοι ἔτ ἔσθ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ: νῦν δ ἀθρόα πάντ ἀποτίσεις κήδε ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기