호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ὁρ´μαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον δεινήν:? ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. Ἕκτορα δ, ὡς ἐνόησεν, ἕλε τρόμος: οὐδ ἄρ ἔτ ἔτλη αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς: Πηλεΐδης δ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, ἣ δέ θ ὕπαιθα φοβεῖται, ὃ δ ἐγγύθεν ὀξὺ λεληκὼς ταρφέ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει: ὣς ἄρ ὅ γ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ Ἕκτωρ τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ ἐνώμα. οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα τείχεος αἰὲν ὑπ ἐκ κατ ἀμαξιτὸν ἐσσεύοντο, κρουνὼ δ ἵκανον καλλιρρόω: ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ἣ μὲν γάρ θ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο: ἣ δ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. ἔνθα δ ἐπ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἐάσι καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες τὸ πρὶν ἐπ εἰρήνης πρὶν ἐλθεῖν υἱᾶς Ἀχαιῶν. τῇ ῥα παραδραμέτην φεύγων ὃ δ ὄπισθε διώκων: πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ ἀμείνων καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. ὡς δ ὅτ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι ῥίμφα μάλα τρωχῶσι: τὸ δὲ μέγα κεῖται ἀέθλον ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος: ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην καρπαλίμοισι πόδεσσι: θεοὶ δ ἐς πάντες ὁρῶντο: τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε: ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ὀφθαλμοῖσιν ὁρῶμαι: ἐμὸν δ ὀλοφύρεται ἦτορ Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί ἔκηεν Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ αὖτε ἐν πόλει ἀκροτάτῃ: νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. ἀλλ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἠέ῀ μιν ἤδη Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기