- 텍스트

Homer, Iliad, Book 22 10:

(호메로스, 일리아스, Book 22 10:)

εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ ἅμ αὐτῇ, πάντα μάλ ὅσσά τ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ, ἥ τ ἔπλετο νείκεος ἀρχή, δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ ἀμφὶς Ἀχαιοῖς ἄλλ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε:? Τρωσὶν δ αὖ μετόπισθε γερούσιον ὁρ´κον ἕλωμαι μή τι κατακρύψειν, ἀλλ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει: ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός· μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ οὐκ ἐλεήσει οὐδέ τί μ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥς τε γυναῖκα, ἐπεί κ ἀπὸ τεύχεα δύω. οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ ἀπὸ πέτρης τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε παρθένος ἠΐθεός τ ὀαρίζετον ἀλλήλοιιν. βέλτερον αὖτ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα: εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION