- 텍스트

Homer, Iliad, Book 22 1:

(호메로스, 일리아스, Book 22 1:)

ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τ ἀκέοντό τε δίψαν κεκλιμένοι καλῇσιν ἐπάλξεσιν:? αὐτὰρ Ἀχαιοὶ τείχεος ἆσσον ἴσαν σάκε ὤμοισι κλίναντες. Ἕκτορα δ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων: τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον· οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι, σὺ δ ἀσπερχὲς μενεαίνεις. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION