- 텍스트

Homer, Iliad, Book 21 54:

(호메로스, 일리아스, Book 21 54:)

ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, καί ῥ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ ἀφάμαρτεν.? ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε: πάλιν δ ἀπὸ χαλκὸς ὄρουσε βλημένου, οὐδ ἐπέρησε, θεοῦ δ ἠρύκακε δῶρα. Πηλεΐδης δ ὁρμήσατ Ἀγήνορος ἀντιθέοιο δεύτερος: οὐδ ἔτ ἐάσεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ ἄρ ἠέρι πολλῇ, ἡσύχιον δ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ: αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ἔστη πρόσθε ποδῶν, ὃ δ ἐπέσσυτο ποσσὶ διώκειν: εἱο῀ς ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον τυτθὸν ὑπεκπροθέοντα: δόλῳ δ ἄρ ἔθελγεν Ἀπόλλων ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι: τόφρ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ ἔμπλητο ἀλέντων. οὐδ ἄρα τοί γ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς μεῖναι ἔτ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι ὅς τ ἔθαν ἐν πολέμῳ: ἀλλ ἐσσυμένως ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION