- 텍스트

Homer, Iliad, Book 21 51:

(호메로스, 일리아스, Book 21 51:)

ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἱε῀ς Ἀχαιῶν, εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε φῶτ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.? ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι φηγῷ κεκλιμένος: κεκάλυπτο δ ἄρ ἠέρι πολλῇ. αὐτὰρ ὅ γ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι: ὀχθήσας δ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: ὤ μοι ἐγών: εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. εἰ δ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ ἀπὸ τείχεος ἄλλῃ φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ ἂν ἵκωμαι Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω: ἑσπέριος δ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην: ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός· μή μ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. οὐκέτ ἔπειτ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι: λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω: καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἰά ψυχή, θνητὸν δέ ἕ φας ἄνθρωποι ἔμμεναι: αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION