호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα πεπτεῶτ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.? ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς: ἣ δ ἄρ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ἀμφὶ δ ἄρ ἀμβρόσιος ἑανὸς τρέμε: τὴν δὲ προτὶ οἷ εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας: τίς νύ σε τοιάδ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기