- 텍스트

Homer, Iliad, Book 21 38:

(호메로스, 일리아스, Book 21 38:)

ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.? αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων: Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν· οὐδὲ ἐοίκεν ἀρξάντων ἑτέρων: τὸ μὲν αἴσχιον αἴ κ ἀμαχητὶ ἰόμεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. ἄρχε: σὺ γὰρ γενεῆφι νεώτερος: οὐ γὰρ ἔμοιγε καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. νηπύτι ὡς ἄνοον κραδίην ἔχες: οὐδέ νυ τῶν περ μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ μοῦνοι νῶϊ θεῶν, ὅτ ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν μισθῷ ἔπι ῥητῷ: ὃ δὲ σημαίνων ἐπέτελλεν. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵν ἄρρηκτος πόλις εἰή: Φοῖβε σὺ δ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὡρ῀αι ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ ἀπέπεμπε. σὺν μὲν ὅ γ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων: στεῦτο δ ὅ γ ἀμφοτέρων ἀπολεψέμεν οὐάτα χαλκῷ. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ ἡμέων πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι τὸν δ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION