호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φῆ πυρὶ καιόμενος, ἀνὰ δ ἔφλυε καλὰ ῥέεθρα.? ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ ὕδωρ: οὐδ ἔθελε προρέειν, ἀλλ ἴσχετο: τεῖρε δ ἀϋτμὴ Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ Ἥρην πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα: Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν ἐξ ἄλλων· οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. ἀλλ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, παυέσθω δὲ καὶ οὗτος: ἐγὼ δ ἐπὶ καὶ τόδ ὀμοῦμαι, μή ποτ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μὴ δ ὁπότ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δ ἀρήϊοι υἱε῀ς Ἀχαιῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기