호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ, καὶ ἐπῶρτ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.? μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ ὁπότ ἂν δὴ φθέγξομ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ. πορφύρεον δ ἄρα κῦμα διιπετέος ποταμοῖο ἵστατ ἀειρόμενον, κατὰ δ ᾕρεε Πηλεΐωνα: Ἥρη δὲ μέγ ἀΰσε περιδείσας Ἀχιλῆϊ μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, αὐτίκα δ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν: ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος: ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι: ἀλλ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι φλέγμα κακὸν φορέουσα: σὺ δὲ Ξάνθοιο παρ ὄχθας δένδρεα καῖ, ἐν δ αὐτὸν ἱεί πυρί: μὴ δέ σε πάμπαν μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기