호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας:? ὃ δ ἐπέσσυτο οἴδματι θύων, πάντα δ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν Ἀχιλλεύς τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος χέρσον δέ: ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. δεινὸν δ ἀμφ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δ ἐν σάκεϊ πίπτων ῥόος: οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι: ὃ δὲ πτελέην ἕλε χερσὶν εὐφυέα μεγάλην: ἣ δ ἐκ ῥιζῶν ἐριποῦσα κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν εἴσω πᾶς ἐριποῦς: ὃ δ ἄρ ἐκ δίνης ἀνορούσας ἠΐξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι δείσας: οὐδέ τ ἔληγε θεὸς μέγας, ὦρτο δ ἐπ αὐτῷ ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. Πηλεΐδης δ ἀπόρουσεν ὅσον τ ἐπὶ δουρὸς ἐρωή, αἰετοῦ οἴματ ἔχων μέλανος τοῦ θηρητῆρος, ὅς θ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν: τῷ ἐϊκὼς ἠΐξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς σμερδαλέον κονάβιζεν: ὕπαιθα δὲ τοῖο λιασθεὶς φεῦγ, ὃ δ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ. ὡς δ ὅτ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων: τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται: τὸ δέ τ ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα: ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο καὶ λαιψηρὸν ἐόντα: θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. ὁσσάκι δ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο πλάζ ὤμους καθύπερθεν: ὃ δ ὑψόσε ποσσὶν ἐπήδα θυμῷ ἀνιάζων: ποταμὸς δ ὑπὸ γούνατ ἐδάμνα λάβρος ὕπαιθα ῥέων, κονίην δ ὑπέρεπτε ποδοῖιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기