- 텍스트

Homer, Iliad, Book 21 6:

(호메로스, 일리아스, Book 21 6:)

ὣς ὁρ´μαινε μένων:? ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς γούνων ἅψασθαι μεμαώς, περὶ δ ἤθελε θυμῷ ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς οὐτάμεναι μεμαώς, ὃ δ ὑπέδραμε καὶ λάβε γούνων κύψας: ἐγχείη δ ἄρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, τῇ δ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: γουνοῦμαι ς Ἀχιλεῦ: σὺ δέ μ αἴδεο καί μ ἐλέησον: ἀντί τοί εἰμ ἱκέταο διοτρεφὲς αἰδοίοιο: πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν ἤματι τῷ ὅτε μ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, καί μ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. νῦν δὲ λύμην τρὶς τόσσα πορών: ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη, ὅτ ἐς Ἴλιον εἰλήλουθα πολλὰ παθών: νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε μοῖρ ὀλοή: μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, ὅς με σοὶ αὖτις δῶκε: μινυνθάδιον δέ με μήτηρ γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. τοῦ δ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας: τῆς δὲ δύω γενόμεσθα, σὺ δ ἄμφω δειροτομήσεις, ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί: νῦν δὲ δὴ ἐνθάδ ἐμοὶ κακὸν ἔσσεται: οὐ γὰρ ὀΐω σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ ἐπέλασσέ γε δαίμων. ἄλλο δέ τοι ἐρέω, σὺ δ ἐνὶ φρεσὶ βάλλεο σῇσι: μή με κτεῖν, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION