호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ:? μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, ἀλλ ἄγ ἀνὴρ ἄντ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι τοσσούσδ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι: οὐδέ κ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ Ἀθήνη τοσσῆσδ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο: ἀλλ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε καὶ σθένει, οὔ μ ἔτι φημὶ μεθησέμεν οὐδ ἠβαιόν, ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν οἰώ Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기