호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ ἀνδρῶν ἠδ’ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν ὀρνυμένων ἄμυδισ. δύο δ’ ἀνέρεσ ἔξοχ’ ἄριστοι ἐσ μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι Αἰνείασ τ’ Ἀγχισιάδησ καὶ δῖοσ Ἀχιλλεύσ. Αἰνείασ δὲ πρῶτοσ ἀπειλήσασ ἐβεβήκει νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχοσ. Πηλεί̈δησ δ’ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣσ σίντησ, ὅν τε καὶ ἄνδρεσ ἀποκτάμεναι μεμάασιν ἀγρόμενοι πᾶσ δῆμοσ· ὃ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται, ἀλλ’ ὅτε κέν τισ ἀρηϊθόων αἰζηῶν δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ’ ἀφρὸσ ὀδόντασ γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δὲ πλευράσ τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι, γλαυκιόων δ’ ἰθὺσ φέρεται μένει, ἤν τινα πέφνῃ ἀνδρῶν, ἢ αὐτὸσ φθίεται πρώτῳ ἐν ὁμίλῳ· ὣσ Ἀχιλῆ’ ὄτρυνε μένοσ καὶ θυμὸσ ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτοροσ Αἰνείαο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기