- 텍스트

Homer, Iliad, Book 20 6:

(호메로스, 일리아스, Book 20 6:)

εἱο῀ς μέν ῥ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ ἀλεγεινῆς:? Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον δειδιότας, ὅθ ὁρῶντο ποδώκεα Πηλεΐωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. αὐτὰρ ἐπεὶ μεθ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, ὦρτο δ Ἔρις κρατερὴ λαοσσόος, αὐε῀ δ Ἀθήνη στᾶς ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτ ἐπ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. αὐε῀ δ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION