- 텍스트

Homer, Iliad, Book 19 30:

(호메로스, 일리아스, Book 19 30:)

ἐκ δ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ ἔγχος βριθὺ μέγα στιβαρόν:? τὸ μὲν οὐ δύνατ ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἰο῀ς ἐπίστατο πῆλαι Ἀχιλλεύς: Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν: ἵππους δ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες ζεύγνυον: ἀμφὶ δὲ καλὰ λέπαδν ἕσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇς ἔβαλον, κατὰ δ ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν ἐφ ἵπποιιν ἀνόρουσεν Αὐτομέδων: ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς τεύχεσι παμφαίνων ὥς τ ἠλέκτωρ Ὑπερίων, σμερδαλέον δ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο: Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ ἑώμεν πολέμοιο, μηδ ὡς Πάτροκλον λίπετ αὐτόθι τεθνηῶτα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION