호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην:? ἣ δ ἁρ´πῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ οὐρανοῦ ἐκκατεπᾶλτο δι αἰθέρος. αὐτὰρ Ἀχαιοὶ αὐτίκα θωρήσσοντο κατὰ στρατόν: ἣ δ Ἀχιλῆϊ νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν στάξ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ ἵκοιτο: αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ ᾤχετο, τοὶ δ ἀπάνευθε νεῶν ἐχέοντο θοάων. ὡς δ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. αἴγλη δ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν χαλκοῦ ὑπὸ στεροπῆς: ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν ἀνδρῶν: ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ δῦν ἄχος ἄτλητον: ὃ δ ἄρα Τρωσὶν μενεαίνων δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. ἀμφὶ δ ἄρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δ ἀπάνευθε σέλας γένετ ἠΰτε μήνης. ὡς δ ὅτ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ καιομένοιο πυρός, τό τε καίεται ὑψόθ ὄρεσφι σταθμῷ ἐν οἰοπόλῳ: τοὺς δ οὐκ ἐθέλοντας ἀέλλαι πόντον ἐπ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν: ὣς ἀπ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ ἵκανε καλοῦ δαιδαλέου: περὶ δὲ τρυφάλειαν ἀείρας κρατὶ θέτο βριαρήν: ἣ δ ἀστὴρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια, περισσείοντο δ ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἱεί λόφον ἀμφὶ θαμειάς. πειρήθη δ ἑό αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα: τῷ δ εὖτε πτερὰ γίγνετ, ἀείρε δὲ ποιμένα λαῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기