- 텍스트

Homer, Iliad, Book 19 27:

(호메로스, 일리아스, Book 19 27:)

ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον:? μυρομένους δ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, αἶψα δ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ Ἀχιλλεύς· κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων ἧσται ὀδυρόμενος ἕταρον φίλον: οἳ δὲ δὴ ἄλλοι οἴχονται μετὰ δεῖπνον, ὃ δ ἄκμηνος καὶ ἄπαστος. ἀλλ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν στάξον ἐνὶ στήθεσς, ἵνα μή μιν λιμὸς ἵκηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION