호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, δοιὼ δ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς Νέστωρ Ἰδομενεύς τε γέρων θ ἱππηλάτα Φοῖνιξ τέρποντες πυκινῶς ἀκαχήμενον:? ἤδη γὰρ Πηλῆά γ ὀΐομαι ἢ κατὰ πάμπαν τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ ἀκάχησθαι γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ λυγρὴν ἀγγελίην, ὅτ ἀποφθιμένοιο πύθηται. οὐδέ τι θυμῷ τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. μνησάμενος δ ἁδινῶς ἀνενείκατο φώνησέν τε: ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ ἑταίρων αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ Ἀχαιοὶ Τρωσὶν ἐφ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων σῇ ποθῇ: οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, οὐδ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει χήτεϊ τοιοῦδ υἱο῀ς: ὃ δ ἀλλοδαπῷ ἐνὶ δήμῳ εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω: ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει οἰο῀ν ἐμὲ φθίσεσθαι ἀπ Ἄργεος ἱπποβότοιο αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기