- 텍스트

Homer, Iliad, Book 19 17:

(호메로스, 일리아스, Book 19 17:)

τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ Ἀχαιῶν, κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, ἄμητος δ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. γαστέρι δ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς: λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν: πότε κέν τις ἀναπνεύσειε πόνοιο· ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι νηλέα θυμὸν ἔχοντας ἐπ ἤματι δακρύσαντας: ὅσσοι δ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ ἔτι μᾶλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω: ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται νηυσὶν ἐπ Ἀργείων: ἀλλ ἀθρόοι ὁρμηθέντες Τρωσὶν ἐφ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION