- 텍스트

Homer, Iliad, Book 19 12:

(호메로스, 일리아스, Book 19 12:)

τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? μὴ δ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ Ἀχιλλεῦ νήστιας ὄτρυνε προτὶ Ἴλιον υἱᾶς Ἀχαιῶν Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις, εὖτ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι: εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ ἰόντι. ὃς δέ κ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. ἀλλ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι: τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. ὀμνυέτω δέ τοι ὁρ´κον ἐν Ἀργείοισιν ἀναστὰς μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι: ἣ θέμις ἐστὶν ἄναξ ἤ τ ἀνδρῶν ἤ τε γυναικῶν: καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. Ἀτρεΐδη σὺ δ ἔπειτα δικαιότερος καὶ ἐπ ἄλλῳ ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ἄνδρ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION