- 텍스트

Homer, Iliad, Book 19 9:

(호메로스, 일리아스, Book 19 9:)

Ἥρη δ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δ ἵκετ Ἄργος Ἀχαιικόν, ἔνθ ἄρα ᾔδη ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.? ἣ δ ἐκύει φίλον υἱόν, ὃ δ ἕβδομος ἑστήκει μείς: ἐκ δ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δ ἀπέπαυσε τόκον, σχέθε δ Εἰλειθυίας. αὐτὴ δ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα: Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω: ἤδη ἀνὴρ γέγον ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο σὸν γένος: οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. ὣς φάτο, τὸν δ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν: αὐτίκα δ εἷλ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὁρ´κον μή ποτ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. ὣς εἰπὼν ἔρριψεν ἀπ οὐρανοῦ ἀστερόεντος χειρὶ περιστρέψας: τάχα δ ἵκετο ἔργ ἀνθρώπων. τὴν αἰεὶ στενάχεσχ ὅθ ἑὸν φίλον υἱὸν ὁρῷτο ἔργον ἀεικὲς ἔχοντα ὑπ Εὐρυσθῆος ἀέθλων. ὣς καὶ ἐγών, ὅτε δ αὖτε μέγας κορυθαίολος Ἕκτωρ Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, οὐ δυνάμην λελαθέσθ Ἄτης ᾗ πρῶτον ἀάσθην. ἀλλ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ ἀπερείσι ἄποινα: ἀλλ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. δῶρα δ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. εἰ δ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες οἴσους, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION