호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν καλὴν χρυσείην:? μέλανες δ ἀνὰ βότρυες ἦσαν, ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ ἑρ´κος ἔλασσε κασσιτέρου: μία δ οἰή ἀταρπιτὸς ἠε῀ν ἐπ αὐτήν, τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. τοῖσιν δ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζε, λίνον δ ὑπὸ καλὸν ἀείδε λεπταλέῃ φωνῇ: τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ μολπῇ τ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기