- 텍스트

Homer, Iliad, Book 18 35:

(호메로스, 일리아스, Book 18 35:)

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:? Ἡφαίστου δ ἵκανε δόμον Θέτις ἀργυρόπεζα ἄφθιτον ἀστερόεντα μεταπρεπέ ἀθανάτοισι χάλκεον, ὅν ῥ αὐτὸς ποιήσατο κυλλοποδίων. τὸν δ εὑρ῀ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας σπεύδοντα: τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, χρύσεα δέ σφ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ ἀγῶνα ἠδ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. οἳ δ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὐάτα δ οὔ πω δαιδάλεα προσέκειτο: τά ῥ ἤρτυε, κόπτε δὲ δεσμούς. ὄφρ ὅ γε ταῦτ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις: ἔν τ ἄρα οἱ φῦ χειρὶ ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε: τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε· πάρος γε μὲν οὔ τι θαμίζεις. ἀλλ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION