- 텍스트

Homer, Iliad, Book 18 28:

(호메로스, 일리아스, Book 18 28:)

τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ:? Πουλυδάμα σὺ μὲν οὐκέτ ἐμοὶ φίλα ταῦτ ἀγορεύεις, ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων· πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον: νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν κτήματα περνάμεν ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. νῦν δ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω κῦδος ἀρέσθ ἐπὶ νηυσί, θαλάσσῃ τ ἔλσαι Ἀχαιούς, νήπιε μηκέτι ταῦτα νοήματα φαῖν ἐνὶ δήμῳ: οὐ γάρ τις Τρώων ἐπιπείσεται: οὐ γὰρ ἐάσω. ἀλλ ἄγεθ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος: Τρώων δ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι: τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. πρῶϊ δ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἰ δ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κ ἐθέλῃσι τῷ ἔσσεται: οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ ἄντην στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION