호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἣ μὲν ἄρ ὣς εἰποῦς ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος:? ἀμφὶ δ Ἀθήνη ὤμοις ἰφθίμοισι βάλ αἰγίδα θυσσανόεσσαν, ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων χρύσεον, ἐκ δ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. ὡς δ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου: ἅμα δ ἠελίῳ καταδύντι πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ αὐγὴ γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται: ὣς ἀπ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ ἵκανε: στῆ δ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ ἐς Ἀχαιοὺς μίσγετο: μητρὸς γὰρ πυκινὴν ὠπίζετ ἐφετμήν. ἔνθα στὰς ἠΰς, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη φθέγξατ: ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기