- 텍스트

Homer, Iliad, Book 18 12:

(호메로스, 일리아스, Book 18 12:)

τὸν δ ἠμείβετ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:? ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται χάλκεα μαρμαίροντα: τὰ μὲν κορυθαίολος Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται: οὐδέ ἕ φημι δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος πρίν γ ἐμὲ δεῦρ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι: ἠῶθεν γὰρ νεῦμαι ἅμ ἠελίῳ ἀνιόντι τεύχεα καλὰ φέρουσα παρ Ἡφαίστοιο ἄνακτος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION