- 텍스트

Homer, Iliad, Book 18 6:

(호메로스, 일리아스, Book 18 6:)

ὣς ἄρα φωνήσασα λίπε σπέος:? αἳ δὲ σὺν αὐτῇ δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο: ταὶ δ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ Ἀχιλῆα. τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, καί ῥ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα: τέκνον τί κλαίεις· τί δέ σε φρένας ἵκετο πένθος· ἐξαύδα, μὴ κεῦθε: τὰ μὲν δή τοι τετέλεσται ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ εὔχεο χεῖρας ἀνασχὼν πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἱᾶς Ἀχαιῶν σεῦ ἐπιδευομένους, παθέειν τ ἀεκήλια ἔργα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION