호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο, τὸν δ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:? ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χαρίεν δ ᾔσχυνε πρόσωπον: νεκταρέῳ δὲ χιτῶνι μέλαιν ἀμφίζανε τέφρη. αὐτὸς δ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. δμῳαὶ δ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε θυμὸν ἀκηχέμεναι μεγάλ ἰάχον, ἐκ δὲ θύραζε ἔδραμον ἀμφ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι στήθεα πεπλήγοντο, λύθεν δ ὑπὸ γυῖα ἑκάστης. Ἀντίλοχος δ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων χεῖρας ἔχων Ἀχιλῆος: ὃ δ ἔστενε κυδάλιμον κῆρ: δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. σμερδαλέον δ ᾤμωξεν: ἄκουσε δὲ πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, κώκυσέν τ ἄρ ἔπειτα: θεαὶ δέ μιν ἀμφαγέροντο πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. ἔνθ ἄρ ἐήν Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε Νησαίη Σπειώ τε Θόη θ Ἁλίη τε βοῶπις Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια καὶ Μελίτη καὶ Ιαἴρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα: ἔνθα δ ἐήν Κλυμένη Ιἄνειρά τε καὶ Ιἄνασσα Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ Ἀμάθεια ἄλλαι θ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος: αἳ δ ἅμα πᾶσαι στήθεα πεπλήγοντο, Θέτις δ ἐξῆρχε γόοιο: κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ ἐῢ πᾶσαι εἴδετ ἀκούουσαι ὅς ἐμῷ ἔνι κήδεα θυμῷ. ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, ἥ τ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε ἔξοχον ἡρώων: ὃ δ ἀνέδραμεν ἔρνεϊ ἶσος: τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω Τρωσὶ μαχησόμενον: τὸν δ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. ἀλλ εἶμ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ ἐπακούσω ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기