호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, πάντοσε παπταίνων ὥς τ αἰετός, ὅν ῥά τέ φασιν ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, ὅν τε καὶ ὑψόθ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ θάμνῳ ὑπ ἀμφικόμῳ κατακείμενος, ἀλλά τ ἐπ αὐτῷ ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.? ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. τὸν δὲ μάλ αἶψ ἐνόησε μάχης ἐπ ἀριστερὰ πάσης θαρσύνονθ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος: Ἀντίλοχ εἰ δ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, νίκη δὲ Τρώων: πέφαται δ ὤριστος Ἀχαιῶν Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. ἀλλὰ σύ γ αἶψ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ γυμνόν: ἀτὰρ τά γε τεύχε ἔχει κορυθαίολος Ἕκτωρ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기