호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἂψ δ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη οὐρανόθεν καταβᾶσα:? προῆκε γὰρ εὐρύοπα Ζεὺς ὀρνύμεναι Δαναούς: δὴ γὰρ νόος ἐτράπετ αὐτοῦ. ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν δύσετ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. πρῶτον δ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα ἴφθιμον Μενέλαον: ὃ γάρ ῥά οἱ ἐγγύθεν ἠε῀ν: εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος ἔσσεται εἴ κ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. ἀλλ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기