호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης οὔτέ ποτ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην:? ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ ὅσσον ἄριστοι ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. οἳ δ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ εὔκηλοι πολέμιζον ὑπ αἰθέρι, πέπτατο δ αὐγὴ ἠελίου ὀξεῖα, νέφος δ οὐ φαίνετο πάσης γαίης οὐδ ὀρέων: μεταπαυόμενοι δὲ μάχοντο ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα πολλὸν ἀφεσταότες. τοὶ δ ἐν μέσῳ ἄλγε ἔπασχον ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ ὅσσοι ἄριστοι ἔσαν: δύο δ οὔ πω φῶτε πεπύσθην ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ ἔτ ἔφαντο ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. τὼ δ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기