호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τρῶες δὲ προὔτυψαν ἀολλέες:? ἦρχε δ ἄρ Ἕκτωρ. ὡς δ ὅτ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες φραχθέντες σάκεσιν χαλκήρεσιν: ἀμφὶ δ ἄρά σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν χεῦ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο: μίσησεν δ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν: τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기