- 텍스트

Homer, Iliad, Book 17 21:

(호메로스, 일리아스, Book 17 21:)

ἦ καὶ κυανέῃσιν ἐπ ὀφρύσι νεῦσε Κρονίων.? Ἕκτορι δ ἡρ´μοσε τεύχε ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δ ἄρα οἱ μέλε ἐντὸς ἀλκῆς καὶ σθένεος: μετὰ δὲ κλειτοὺς ἐπικούρους βῆ ῥα μέγα ἰάχων: ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε Ἀστεροπαῖόν τε Δεισήνορά θ Ἱππόθοόν τε Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν: τοὺς ὅ γ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων: οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων ἐνθάδ ἀφ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, ἀλλ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ Ἀχαιῶν. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ἠὲ σαωθήτω: ἣ γὰρ πολέμου ὀαριστύς. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἰάς, ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ αὐτὸς ἕξω ἐγώ: τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION