- 텍스트

Homer, Iliad, Book 17 14:

(호메로스, 일리아스, Book 17 14:)

Γλαῦκος δ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν Ἕκτορ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ:? Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. ἦ ς αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς οἰο῀ς σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν: οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἠε῀ν μάρνασθαι δηΐοισιν ἐπ ἀνδράσι νωλεμὲς αἰεί. πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ ὅμιλον σχέτλι, ἐπεὶ Σαρπηδόν ἅμα ξεῖνον καὶ ἑταῖρον κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, ὅς τοι πόλλ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ ζωὸς ἐών: νῦν δ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν οἴκαδ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη ἄτρομον, οἱό῀ν τ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. εἰ δ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ λύσειαν, καί κ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω: τοίου γὰρ θεράπων πέφατ ἀνέρος, ὃς μέγ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. ἀλλὰ σύ γ Αἰάντος μεγαλήτορος οὐκ ἐτάλασσας στήμεναι ἄντα κατ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, οὐδ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION