- 텍스트

Homer, Iliad, Book 17 6:

(호메로스, 일리아스, Book 17 6:)

ὣς εἰπὼν οὔτησε κατ ἀσπίδα πάντος ἐΐσην:? τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε ἐσύλα. οὐδ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδ ἐνὶ κρατερῇ: ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί: ἂψ δ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα νύξ, ἐπὶ δ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας: ἀντικρὺ δ ἁπαλοῖο δι αὐχένος ἤλυθ ἀκωκή, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε ἐπ αὐτῷ. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἱο῀ν δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθ ἅλις ἀναβέβροχεν ὕδωρ, καλὸν τηλεθάον: τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ: ἐλθὼν δ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τ ἐξέστρεψε καὶ ἐξετάνυσς ἐπὶ γαίῃ:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION