- 텍스트

Homer, Iliad, Book 17 3:

(호메로스, 일리아스, Book 17 3:)

τὸν δὲ μέγ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος:? Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. οὔτ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, ὅσσον Πάνθου υἱε῀ς ἐϋμμελίαι φρονέουσιν. οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθ, ὅτε μ ὤνατο καί μ ὑπέμεινε καί μ ἔφατ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν ἔμμεναι: οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα στήῃς: ἀλλά ς ἔγωγ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μηδ ἀντίος ἵστας ἐμεῖο πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION