- 텍스트

Homer, Iliad, Book 17 2:

(호메로스, 일리아스, Book 17 2:)

οὐδ ἔλαθ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.? βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ἀμφὶ δ ἄρ αὐτῷ βαῖν ὥς τις περὶ πόρτακι μήτηρ πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο: ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. πρόσθε δέ οἱ δόρυ τ ἔσχε καὶ ἀσπίδα πάντος ἐΐσην, τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ ἀντίος ἔλθοι. οὐδ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος ἀμύμονος: ἄγχι δ ἄρ αὐτοῦ ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον: Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν χάζεο, λεῖπε δὲ νεκρόν, ἐά δ ἔναρα βροτόεντα: οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ ἐπικούρων Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην: τώ με ἐά κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION