호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἡρ´ωϊ βεβήκει οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή:? ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. Ἕκτωρ δ αὖθ ἑτέρωθεν ἀφ ἵππων ἆλτο χαμᾶζε. τὼ περὶ Κεβριόναο λέονθ ὣς δηρινθήτην, ὥ τ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον: ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ ἱέντ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει: Πάτροκλος δ ἑτέρωθεν ἔχεν ποδός: οἳ δὲ δὴ ἄλλοι Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기