- 텍스트

Homer, Iliad, Book 16 53:

(호메로스, 일리아스, Book 16 53:)

ἔνθ οὐδ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ κείμενον ἐν νεκύων ἀγύρει:? πολέες γὰρ ἐπ αὐτῷ κάππεσον, εὖτ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. οἳ δ ἄρ ἀπ ὤμοιιν Σαρπηδόνος ἔντε ἕλοντο χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. καὶ τότ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: εἰ δ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι χρῖσόν τ ἀμβροσίῃ, περὶ δ ἄμβροτα εἵματα ἕσσον: πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσους ἐν Λυκίης εὐρείης πίονι δήμῳ, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε: τὸ γὰρ γέρας ἐστὶ θανόντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION