- 텍스트

Homer, Iliad, Book 16 48:

(호메로스, 일리아스, Book 16 48:)

ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς:? βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, ὅς ῥ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε τὸ πρίν: ἀτὰρ τότε γ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ἐς Πηλῆ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: οἳ δ ἅμ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. τόν ῥα τόθ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ χερμαδίῳ κεφαλήν: ἣ δ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ: ὃ δ ἄρα πρηνὴς ἐπὶ νεκρῷ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. Πατρόκλῳ δ ἄρ ἄχος γένετο φθιμένου ἑτάροιο, ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς ὠκέϊ, ὅς τ ἐφόβησε κολοιούς τε ψῆράς τε: ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. καί ῥ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν αὐχένα χερμαδίῳ, ῥῆξεν δ ἀπὸ τοῖο τένοντας. χώρησαν δ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. ὅσση δ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ἥν ῥά τ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ Ἀχαιοί. Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων ἐτράπετ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων: δούπησεν δὲ πεσών: πυκινὸν δ ἄχος ἔλλαβ Ἀχαιούς, ὡς ἔπες ἐσθλὸς ἀνήρ: μέγα δὲ Τρῶες κεχάροντο, στὰν δ ἀμφ αὐτὸν ἰόντες ἀολλέες: οὐδ ἄρ Ἀχαιοὶ ἀλκῆς ἐξελάθοντο, μένος δ ἰθὺς φέρον αὐτῶν. ἔνθ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς Ἰδαίου ἐτέτυκτο, θεὸς δ ὣς τίετο δήμῳ. τὸν βάλ ὑπὸ γναθμοῖο καὶ οὐάτος: ὦκα δὲ θυμὸς ᾤχετ ἀπὸ μελέων, στυγερὸς δ ἄρα μιν σκότος εἷλεν. Αἰνείας δ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν: ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. ἀλλ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος: πρόσσω γὰρ κατέκυψε, τὸ δ ἐξόπιθεν δόρυ μακρὸν οὔδει ἐνισκίμφθη, ἐπὶ δ οὐρίαχος πελεμίχθη ἔγχεος: ἔνθα δ ἔπειτ ἀφίει μένος ὄβριμος Ἄρης. αἰχμὴ δ Αἰνείαο κραδαινομένη κατὰ γαίης ᾤχετ, ἐπεί ῥ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. Αἰνείας δ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε: Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ ς ἔβαλόν περ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION