호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γλαύκῳ δ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι:? ὠρίνθη δέ οἱ ἦτορ ὅ τ οὐ δύνατο προσαμῦναι. χειρὶ δ ἑλὼν ἐπίεζε βραχίονα: τεῖρε γὰρ αὐτὸν ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. εὐχόμενος δ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι: κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ εἲς ἢ ἐνὶ Τροίῃ: δύνασαι δὲ σὺ πάντος ἀκούειν ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ αὐτοῦ: ἔγχος δ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ ὤριστος ὄλωλε Σαρπηδὼν Διὸς υἱός: ὃ δ οὐ οὗ παιδὸς ἀμύνει. ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, κοίμησον δ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ ἑτάροισι κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, αὐτός τ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기