- 텍스트

Homer, Iliad, Book 16 37:

(호메로스, 일리아스, Book 16 37:)

οἳ δ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντες, ἔνθ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, ὅς ῥ ἠῢς θεράπων Σαρπηδόνος ἠε῀ν ἄνακτος, τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.? Σαρπηδὼν δ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον: ὃ δ ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δ ἔπες ἐν κονίῃσι μακών, ἀπὸ δ ἔπτατο θυμός. τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὑρ´ετο τέκμωρ: σπασσάμενος τανύηκες ἀόρ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον οὐδ ἐμάτησε: τὼ δ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν: τὼ δ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION