호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάτροκλος δ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, ἂψ ἐπὶ νῆας ἐέργε παλιμπετές, οὐδὲ πόληος εἰά ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο κτεῖνε μεταΐσσων, πολέων δ ἀπετίνυτο ποινήν.? ἔνθ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ στέρνον γυμνωθέντα παρ ἀσπίδα, λῦσε δὲ γυῖα: δούπησεν δὲ πεσών: ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν δεύτερον ὁρμηθείς: ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ἧστο ἀλείς: ἐκ γὰρ πλήγη φρένας, ἐκ δ ἄρα χειρῶν ἡνία ἠΐχθησαν: ὃ δ ἔγχεϊ νύξε παραστὰς γναθμὸν δεξιτερόν, διὰ δ αὐτοῦ πεῖρεν ὀδόντων, ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ: ὣς ἕλκ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, κὰδ δ ἄρ ἐπὶ στόμ ἐώσε: πεσόντα δέ μιν λίπε θυμός. αὐτὰρ ἔπειτ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν: ἣ δ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ: ὃ δ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. αὐτὰρ ἔπειτ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε Ἰφέα τ Εὐίππόν τε καὶ Ἀργεάδην Πολύμηλον πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기